Mark 1:1-8

1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ
 χριστοῦ = WH: || χριστοῦ υἱοῦ θεοῦ = Treg NA/NIV; || υἱοῦ τοῦ θεοῦ = RP
χριστοῦ.

2
 Καθὼς = WH Treg NA/NIV: || Ὡς = RP
Καθὼς γέγραπται ἐν
 τῷ Ἠσαΐᾳ τῷ προφήτῃ = WH Treg NA/NIV: || τοῖς προφήταις = RP
τῷ Ἠσαΐᾳ τῷ προφήτῃ ⸃·
 Ἰδοὺ = WH Treg NA/NIV: || Ἰδοὺ ἐγὼ = RP
Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν
 σου = WH Treg NA/NIV: || σου ἔμπροσθέν σου = RP
σου·
3φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4ἐγένετο Ἰωάννης
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
βαπτίζων ἐν τῇ
 ἐρήμῳ = WH: || ἐρήμῳ καὶ = Treg NA/NIV RP
ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
5καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται
 πάντες καὶ ἐβαπτίζοντο = WH Treg NA/NIV: || καὶ ἐβαπτίζοντο πάντες = RP
πάντες, καὶ ἐβαπτίζοντο ⸃
 ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ = WH Treg NA/NIV: || ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ = RP
ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ⸃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6
 καὶ ἦν = WH Treg NA/NIV: || Ἦν δὲ = RP
καὶ ἦν ⸃ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον.
7καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· 8
 ἐγὼ = WH Treg NA/NIV: || ἐγὼ μὲν = RP
ἐγὼ ἐβάπτισα
 ὑμᾶς = WH NA/NIV: || ὑμᾶς ἐν = Treg RP
ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς
 ἐν = Treg NA/NIV RP: || [omit] = WH
ἐν πνεύματι ἁγίῳ.

Luke 1:15-17

15ἔσται γὰρ μέγας ἐνώπιον
 τοῦ = Treg NA/NIV RP: || [omit] = WH
τοῦ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
16καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· 17καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.

Luke 1:76

76καὶ σὺ
 δέ = WH Treg NA/NIV: || [omit] = RP
δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ
 ἐνώπιον = WH NA/NIV: || πρὸ προσώπου = Treg RP
ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,

Luke 3:2-20

2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3καὶ ἦλθεν εἰς
 πᾶσαν = WH Treg: || πᾶσαν τὴν = NA/NIV RP
πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ
 προφήτου = WH Treg NA/NIV: || προφήτου λέγοντος = RP
προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
5πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς
 εὐθείαν = NA/NIV RP: || εὐθείας = WH Treg
εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.

7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9ἤδη δὲ καὶ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν
 ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν;
11ἀποκριθεὶς δὲ
 ἔλεγεν = WH Treg NA/NIV: || λέγει = RP
ἔλεγεν αὐτοῖς· ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ἔχων βρώματα ὁμοίως ποιείτω.
12ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, τί
 ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν;
13 δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες·
 Τί ποιήσωμεν καὶ ἡμεῖς = WH Treg NA/NIV: || Καὶ ἡμεῖς τί ποιήσομεν = RP
Τί ποιήσωμεν καὶ ἡμεῖς ⸃; καὶ εἶπεν
 αὐτοῖς = WH Treg NA/NIV: || πρὸς αὐτούς = RP
αὐτοῖς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη χριστός, 16ἀπεκρίνατο
 λέγων πᾶσιν ὁ Ἰωάννης = WH NA/NIV: || ὁ Ἰωάννης ἅπασιν λέγων = Treg RP
λέγων πᾶσιν Ἰωάννης ⸃· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ
 διακαθᾶραι = WH NA/NIV: || διακαθαριεῖ = Treg; || καὶ διακαθαριεῖ = RP
διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ
 συναγαγεῖν = WH NA/NIV: || συναξεῖ = Treg RP
συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· 19 δὲ Ἡρῴδης τετραάρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν Ἡρῴδης, 20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν,
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ κατέκλεισεν τὸν Ἰωάννην
 ἐν = WH Treg NA/NIV: || ἐν τῇ = RP
ἐν φυλακῇ.

Acts 13:24

24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας
 παντὶ τῷ λαῷ = WH Treg NA/NIV: || τῷ = RP
παντὶ τῷ λαῷ ⸃ Ἰσραήλ.
Copyright information for SBLG